Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 276

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Ἁρματίῳ τῷ μεγάλῳ Καὶ ὁ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ὁ ἡμέτερος δὲ τῶν Χριστιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. ὥστε μὴ περιττόν με ἡγήσῃ, μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθʼ ὃν οἰκονομούμεθα· τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν ὑποκεῖσθαι προσῆκον, καὶ Θεῷ ὀφείλεσθαι παρʼ αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. ἐπεὶ οὖν τὸν Θεὸν τὸν ἡμέτερον τῶν Χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρʼ ὑμῖν πολλῶν καὶ δι’ ὑλικῶν συμβόλων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τὴς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατʼ ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. δυσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντα καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψαι σοι τὴν ἐπʼ αὐτῷ λύπην· πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι’ ἡμῶν πληρουμένην, οἳ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλά, καὶ σὲ αὐτὸν οἴονται Χριστιανὸν ὑποδέξασθαι. οὕτως αὐτοὺς περιχαρεῖς διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.