Letter 278
Late Antiquity Basil of Caesarea Greek- Οὐαλεριανῷ Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην γενόμενος ἐπεθύμουν ἰδεῖν. προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνήσειν πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις τελοῦντας τὴν σύνοδον. ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. πάλιν γὰρ ἐκεῖ ἡ Εὔησος, πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα καταξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν, νέος φοιτῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρʼ ἡμῶν συμβουλήν, διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ, τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. ἐὰν οὖν ἀνεπαχθὲς ᾖ, μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν.