Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 281

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Μοδέστῳ ὑπάρχῳ Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοι μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. κέχρημαι τοίνυν τῇ δωρεᾷ, καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης χάριτος, ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέγεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. ἐπεὶ δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε, τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα, ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν, καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν, καί σε καθικετεύω καταπεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι αὐτῷ τὴν ἐνόχλησιν.