Letter 282
Late Antiquity Basil of Caesarea Greek- Πρὸς ἐπίσκοπον Μὴ καλούμενος ἐγκαλεῖς, καὶ καλούμενος οὐχ ὑπακούεις. ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκέψει μάτην χρησάμενος. οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. ἐπάκουσον οὖν καλοῦσι νῦν, καὶ μὴν γένῃ πάλιν ἀγνώμων, εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ, εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλʼ οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. δὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτο σοι μὴ δοκεῖ, τοῖς γοῦν τιμιωτέροις, τὴν χάριν.