Letter 283
Late Antiquity Basil of Caesarea Greek- Ἐλευθέρᾳ Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσκειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρʼ ἡμῶν τυποῦσθαι· συντυχίας δὲ καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνοδον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. στοχάζεσθαι δὲ ὀφείλεις ἐν τῶν κατὰ σεαυτὴν πραγμάτων. εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ τοσοῦτος περίκειται ὄχλος μεριμνῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφʼ ἑκάστης ἡμέρας ἀσχολίας ἔχειν; Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσθαι, ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν, κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς ὁ Θεὸς ὁρᾶσθαι πέφυκεν. ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾷν, αὐτάρκη τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸ τὸ συμφέρον.