Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 287

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀνεπίγραφος, ἐπὶ ἐκδικηταῖς Δυσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. οὐ γὰρ ἔχομεν τί χρησόμεθα οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν, ἀπεγνωσμένῳ. εἰς κρίσιν μὲν γὰρ καλούμενος, οὐχ ὑπακούει, κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων, ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος, ὡς ἡ τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλίγης τῆς πείρας ἔστι τὸ κατʼ αὐτὸν τεκμήρασθαι. τί δὲ ἐρωτᾶτέ με, καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν τὰς παρʼ αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον ; ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων, πανοικεὶ τῶν εὐχῶν κεχωρίσθω, καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατικοὺς κοινωνίας. ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσεται.