Letter 288
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, ἐπὶ ἐκδικηταῖς Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. γέγραπται γάρ· Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ἐθνικὸς καὶ ὁ τελώνης· ὃ οὖν ἐγένετο καὶ ἐπὶ τοῦδε. ἅπαξ ἐνεκλήθη· ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη· τρίτον ἐπὶ τῆς Ἐκκλησίας. ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω ἐκκήρυκτος. καὶ διαγγελθήτω πάσῃ τῇ κώμῃ ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς, ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου.