Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 292

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Παλλαδίῳ Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεός, οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν, τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν, ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι, ὃ περισχὸν ἡμῶν τὴν ἀνθρωπότητα, τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Ἐπειδὴ οὖν οἰκεῖον μέν σε ἑαυτῷ ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν, καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε, ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα, λελογισμένως τὴν χάριν δέξασθαι, καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ, πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐμβαλὼν τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλʼ ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων, ὡς Χριστὸν ἐνδυσάμενος. ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.