Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 297

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἐλευθέρᾳ Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι, καὶ ἀπούσης μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε δι’ αὐτῆς προσφθέγγομαί σε, προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ, καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσεται, ἰδιοπαθήσῃς καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.