Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 296

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἐλευθέρᾳ Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες, κατεθαρρήσαμεν ὡς θυγατρὸς πρώην, καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα, πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμενοι, παρετείναμεν δʼ οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι τῆς διαθέσεως τὸ γενομένον. Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆσθαι τοῦ Κυρίου, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεί, τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ· καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχήν, καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.