Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 295

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Μονάζουσι Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι, μετὰ τοὺς λόγους οὓς δι’ ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολικῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα, καὶ ηὐχαριστήσατε δι’ αὐτὸ τῷ Κυρίῳ. ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρʼ ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελείᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπʼ ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ, οὗ τὸ ὄνομα ἐπικέκληται ἐφʼ ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ, καὶ τὸ νωθρὸν διεγείρῃ, καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους, καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκριβείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφʼ ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ· ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ὑμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμιλίας καὶ παρακλήσεως. ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆσθαι ὑμᾶς τῆς τῶν πατέρων πίστεως, καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ὑμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχειρούντων, εἰδότας ὅτι οὔτε πολιτείας ἀκρίβεια καθʼ ἑαυτήν, μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη, ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία, ἀγαθῶν ἔργων ἄμοιρος οὖσα, παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ· ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ ἀπόστολος, δι’ ἀγάπης ἐνεργουμένη.