Letter 299
Late Antiquity Basil of Caesarea Greek- Κηνσίτορι Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρετῆς μεταποιουμένους μὴ μεθʼ ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. ὁρῶσι γὰρ δεινά, καὶ πειρῶνται ἀηδῶν, καὶ ἐπʼ ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες. ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων, καὶ πρὸς χρήματα βλέπον, καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον, μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν, ἀφʼ ἧς δυνήσονται φίλους εὖ ποιεῖν, καὶ ἐχθροὺς ἀμύνεσθαι, καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζόμενα. ἀλλʼ οὐ τοιοῦτος σύ. πόθεν; ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας, καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας, σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἑτέροις πλείονος ἄξιον τιθέμενος, ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. Ἀλλʼ ἐπειδὴ ἠβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι, μηδὲ ὥσπερ ἀνδραπόδων ἀγορὰν εἶναι τὴν ἀποτίμησιν, ἀλλʼ ὡς ἔστι δίκαιον ἕκαστον ἀπογράφεσθαι, δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλʼ οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. καὶ μήτε δυναστείαν ὑποπτήξῃς, μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. οὕτω γὰρ καὶ τοῖς πεπιστευκόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδή, καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. ἢ κἂν ἐκείνους διαλάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται, τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.