Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 300

    Basil of Caesarea

    In the atlas

    4 min
    1. Πρὸς πατέρα σχολαστικοῦ τελευτήσαντος παραμυθητική Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς Χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν ἐπὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον εἶναι ἐλογισάμεθα, καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι, καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε καὶ ἡμῖν, τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις, τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. ἐπʼ ἐκείνῳ μὲν γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν, οὔτε φθέγγεσθαι, ἐλεεινοὶ δὲ οἱ τῶν ἐπʼ αὐτῷ ἐλπίδων διαμαρτόντες. καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιοι, ἐκπέμψαντες παῖδα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ λόγων ἄσκησιν, ὑποδέξασθαι σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκταίαν σιωπήν. ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκίνησε, καὶ δάκρυον ἐξεχέαμεν προπετές, καὶ στεναγμὸν ἀφήκαμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον, τοῦ πάθους ἀθρόως, οἷόν τινος νεφέλης, τὸν λογισμὸν ἡμῶν περισχόντος. ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα, καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα, ἐφʼ οἷς κατὰ συναρπαγὴν ἡ ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβάν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα, ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφάσεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων. Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι, ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατεσταλμένος· καὶ πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας· ἀλλʼ ὅμως ἄνθρωπος παρʼ ἀνθρώπου γενόμενος. τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσῆκε; τί ἄλλο γε ἢ ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρός, ὅτι τέθνηκε; τί οὖν θαυμαστόν, ἐκ θνητοῦ γεννηθέντα θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν, ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ ἡ διάταξις, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα, ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν ἢ ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν καὶ τῶν προτέρων τέκνων καταμελήσουσαν. τὸ δέ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδός, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι ; ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. οὐκ ἐποίησε κακόν· οὐκ ἔρραψε δόλον τῷ πλησίον· οὐκ εἰς ἀνάγκην ἦλθε φρατρίαις καταμιγῆναι πονηρευομένων· οὐκ ἐνεπλάκη τοῖς κατʼ ἀγορὰν κακοῖς· οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμοσύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ κηλίδι τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. οὐ γῆ κατέκρυψε τὸν ἀγαπητόν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. Θεὸς ὁ τὰ ἡμέτερα οἰκονομῶν, ὁ τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ὁ ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, αὐτὸς καὶ μετέστησεν. ἔχομεν διδασκάλιον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.