Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 301

    Basil of Caesarea

    In the atlas

    4 min
    1. Μαξίμῳ παραμυθητική Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργείας ἀρκέσειε· νῦν μὲν τὴν ζημίαν λογιζόμενοι, ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζημιώθη τὴν προστάτιν τοῦ καθʼ ἑαυτὴν τάγματος ἀπολέσαν, νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέπεσε κατήφειαν ἐννοοῦντες· οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα, καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμπεφυκυῖαν ὀνείρου θᾶττον διαλυθεῖσαν βλέποντες τῇ διανοίᾳ, πῶς οὐκ ἄν, εἰ καὶ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν; Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης μὲν ὁμιλίας οἰκειότης τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν, ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά· ὅτε δὲ καὶ τῆς μακαρίας ἐκείνης ψυχῆς ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφʼ ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί —οὕτω πρὸς τρόπους ἀλλήλοις ἦτε, ὥσπερ ἐν κατόπτρῳ ἑκάτερος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προδεικνύς. καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. Ἀλλὰ τί χρὴ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν, καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα, εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι; Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι· ἀλλʼ ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. σὲ δέ, τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα, καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασώζειν, μὴ τῇ νῦν ζημίᾳ δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ τὸν βίον μακαρισθεῖσιν ὑπῆρξεν· ὅπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν οὐ μικρόν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις· πολλοὺς γὰρ ἔγνωμεν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως ὥσπερ βάρους ἀπόθεσιν δεξαμένους. Ἀπόβλεψον πρὸς τὸν οὐρανὸν καὶ τὸν ἥλιον, καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μέν, τοσαῦτα ὄντα καὶ τηλικαῦτα, μικρὸν ὕστερον οὐ φανήσεται· καὶ ἐκ πάντων τούτων ἐκεῖνο συνάγαγε, ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως, τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα· ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. διότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ δημιουργὸς ἐμηχανήσατο. εἰ δέ, ὅτι θᾶττον προαπῆρεν ἡμῶν, ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχληρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἐπιλιπούσῃ. πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω, Χριστιανὸν ὄντα καὶ ἐπʼ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα. Οὕτως οὖν διανοεῖσθαι προσῆκεν, ὡς ὁδόν τινα παρελθούσης, ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι· εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος, τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.