Letter 308
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, ἐπὶ προστασίᾳ Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην, καὶ προσήγαγον αὐτοὺς τῇ ἡμερότητί σου, παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν, προΐστασθαι αὐτῶν, ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι· καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν, εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφάνειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μείζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. ὅτι γὰρ μία ἡμῖν εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία, ἡγοῦμαι πεπεῖσθαί σε.