Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 31

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστὶν ἡ ἐπὶτῆς πόλεως διαγωγή, ἢ οἰκονομίας ἕνεκεν, ἢ συμπαθείας τῶν θλιβομένων. ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινωνῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγορεύειν, ἀλλὰ διὰ τὴν προσοῦσαν ἡμῖν ἐκ φύσεως οἰκειότητα· αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ. Ὃς ὁποῖα μὲν κάμνει, οὐδὲ τὴν σὴν ἔλαθε τιμιότητα. λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παραμυθίας ἐλπὶς ἐπʼ αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπʼ αὐτοῦ τῶν συνήθων ἐνεργῆσαι συγχωρηθέντων. διὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν, καὶ δι’ ἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸν μεταστεῖλαι τοὺς εὐλαβεστάτους τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προσαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν· εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.