Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 32

    Basil of Caesarea

    In the atlas

    3 min
    1. Σωφρονίῳ μαγίστρῳ Ἀπολαύει τοῦ καιροῦ καὶ ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν Γρηγόριος ὁ ἐπίσκοπος· ὀδυνᾶται γὰρ μετὰ πάντων καὶ αὐτὸς ἐπηρείαις ἀλλεπαλλήλοις, ὥσπερ τισὶ πληγαῖς ἀπροσδοκήτοις, τυπτόμενος. ἄνθρωποι γὰρ μὴ φοβούμενοι τὸν Θεόν, τάχα που καὶ ὑπὸ τοῦ μεγέθους τῶν κακῶν βιαζόμενοι, ἐπηρεάζουσιν αὐτῷ ὡς χρήματα Καισαρίου παρʼ αὐτῶν εἰληφότος. Καὶ οὐ τὸ τῆς ζημίας βαρύ, πάλαι γὰρ ἔμαθε χρημάτων ὑπερορᾷν· ἀλλʼ ὅτι μικρὰ παντελῶς δεξάμενοι τῶν ἐκείνου, διὰ τὸ ἐπὶ οἰκέταις αὐτοῦ γενέσθαι τὸν βίον καὶ ἀνθρώποις οὐδὲν οἰκετῶν αἱρετωτέροις τὸν τρόπον, οἱ κατὰ πολλὴν ἄδειαν τὰ πλείστου ἄξια διανειμάμενοι ἐλάχιστα παντελῶς ἀπέσωσαν τούτοις· ἃ νομίζοντες μηδενὶ ὑποκεῖσθαι, εὐθὺς ἀνάλωσαν εἰς τοὺς δεομένους, καὶ διὰ τὴν ἑαυτῶν προαίρεσιν καὶ διὰ τὴν φωνὴν τοῦ κατοιχομένου. λέγεται γὰρ τοῦτο εἰπεῖν ἀποθνήσκων, ὅτι τὰ ἐμὰ πάντα βούλομαι γενέσθαι τῶν πτωχῶν. ὡς οὖν διάκονοι τῆς ἐντολῆς τοῦ Καισαρίου, εὐθὺς αὐτὰ ᾠκονόμησαν συμφερόντως. καὶ νῦν περιέστηκε πενία μὲν Χριστιανοῦ, πολυπραγμοσύνη δὲ τῶν ἀγοραίων ἑνός. διὸ ἐπῆλθε τῇ πάντα ἐπαινετῇ σου καλοκἀγαθίᾳ δηλῶσαι, ἵνα καὶ τὸν ἄνδρα τιμῶν, ὃν ἐκ παλαιοῦ γνωρίζεις, καὶ τὸν κύριον δοξάζων τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰ τοῖς δούλοις αὐτοῦ γινόμενα, καὶ ἡμᾶς τιμῶν τοὺς ἐξαιρέτους σεαυτοῦ, καὶ διαλεχθῇς τῷ Κόμητι τῶν θησαυρῶν περὶ αὐτοῦ τὰ εἰκότα, καὶ τρόπον ἐπινοήσῃς, τῇ μεγάλῃ σαυτοῦ συνέσει, ἀπαλλαγῆς τῶν ἐφυβρίστων τούτων καὶ ἀφορήτων ὀχλήσεων. Πάντως δὲ οὐδεὶς οὕτως ἀγνοεῖ τὸν ἄνδρα, ὥστε περὶ αὐτοῦ τι τῶν ἀπρεπῶν ὑπολαβεῖν, ὡς ἄρα τῶν χρημάτων περιεχόμενος σχηματίζεται τὰ τοιαῦτα. ἐγγύθεν γὰρ τῆς ἐλευθεριότητος αὐτοῦ ἡ ἀπόδειξις· ἡδέως ἐξίσταται τῶν λειψάνων τῆς οὐσίας αὐτοῦ τῷ ταμιείῳ· ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀποδείξεις, διὰ τὸ ἡμέτερον πρὸς τὰ τοιαῦτα ἀνεπιτήδειον. ἔξεστι γὰρ μαθεῖν τῇ τελειότητί σου, ὅτι ἕως ἐξῆν, οὐδεὶς ἀπῆλθεν ἀποτυχὼν ὧν ἐβούλετο, ἀλλὰ τὸ ἐπιζητούμενον ἀπονητὶ ἕκαστος ἐκομίσατο, ὥστε καὶ μεταμέλειν τοῖς πολλοῖς διότι μὴ πλέον ᾔτησαν ἀπʼ ἀρχῆς. ὃ καὶ μάλιστα πολλοὺς ἐποίησε τοὺς ἐπηρεαστάς· πρὸς γὰρ τὸ τῶν προλαβόντων ὑπόδειγμα ἀφορῶντες, ἄλλος ἄλλον διαδέχεται συκοφαντῶν. Πρὸς οὖν ταῦτα πάντα τὴν σὴν σεμνότητα παρακαλοῦμεν στῆναι, καὶ ὥσπερ τι ῥεῦμα ἐπισχεῖν καὶ διακόψαι τῶν κακῶν τὴν συνέχειαν. οἶδας δὲ ὅπως βοηθήσεις τῷ πράγματι, ὥστε μὴ ἀναμένειν παρʼ ἡμῶν διδαχθῆναι τὸν τρόπον, οἳ δι’ ἀπειρίαν τῶν τοῦ βίου πραγμάτων, καὶ αὐτὸ τοῦτο ἀγνοοῦμεν, πῶς ἂν γένοιτο ἡμῖν τῆς ἀπαλλαγῆς τυχεῖν. καὶ σύμβουλος οὖν καὶ προστάτης αὐτὸς γενοῦ, τὸ εἶδος τῆς βοηθείας διὰ τῆς μεγάλης σεαυτοῦ φρονήσεως ἐξευρών.