Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 311

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Πρωτεύοντι Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιότητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλʼ ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα, ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ, ὥστε μηδένα πλέον ἐπιζητῆσαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. ὅμως δὲ πληροφοροῦντες τόνδε, ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολήν, συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦντες καλῶς τε αὐτὸν ἰδεῖν, καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις, τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.