Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 310

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀνεπίγραφος, ὑπὲρ συγγενῶν Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μέν, ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δέ, καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε· οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν, τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος. ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβαρημένον, καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπορίας ὑπάρχον· ὃ καὶ παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευθῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.