Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 314

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀνεπίγραφος, ἐπὶ οἰκέτῃ Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι, καὶ μὴ προσερεῖν τὴν σὴν τιμιότητα, τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; ὃς ἐξήρκει μὲν καὶ ἀφʼ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς ἀποπληρῶσαι χρείαν· ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι, διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾷν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολήν, δι’ ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθά, ἅ τε ὁ βίος οὗτος ἔχει, καὶ ὅσα τὸν ἐν ταῖς ἐπαγγελίαις μακαρισμὸν ἀποκείμενα φυλάσσει· ἔπειτα καὶ δεόμεθα τοῦ ἁγίου Θεοῦ οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.