Letter 315
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, ὑπὲρ συγγενοῦς Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυκεφάλου χαλεπωτέραν. ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. διὸ παρακαλοῦμέν σου τὴν εὐγένειαν, καὶ ἡμᾶς τιμῶντα, καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμήν, παρασχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὑτοῖς καταστῆσαι.