Letter 316
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, ὑπὲρ καταπονουμένου Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ἢ ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως, διὰ τὸ καθʼ ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε, ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην, συνιστῶν σοι τὸν ἄνδρα, καὶ παρακαλῶν, ἐν οἷς ἂν ᾖ δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προκείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι ὁ Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτῷ προστασίαν, ἀκριβῶς ἐπίσταμαι.