Letter 317
Late Antiquity Basil of Caesarea Greek- Ἀνεπίγραφος, ὑπὲρ ἐνδεοῦς Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ σπάνιον τῶν αὐτόθι ἀποκρίσεων. δεῖγμα γὰρ ποιούμεθα τοῦ ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου, τὸ μὴ δέχεσθαι ἐφʼ οἷς ἂν ἑκάστοτε γράφομεν τὰς ἀποκρίσεις. πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἡ ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων, καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία, διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον. Σὲ μὲν οὖν ὁ ἅγιος καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι· ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε, ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶν διακονίας αἴσθησιν.