Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 318

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Βασιλείου, ἀνεπίγραφος, ὑπὲρ πατριώτου Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε, δέξαι, καὶ ὡς πατριώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρʼ ἡμῶν συνιστάμενόν σοι· καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. δῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις, οὐ παρʼ ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου, τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.