Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 325

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Μαγνινιανῷ Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι εὐφροσύνην. νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναικῶν Ἰκέλιον, ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολήν ἀποδοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν, οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς σῆς καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρʼ ἑαυτῆς πᾶσαν ἐπιδεικνύναι ἀρετῆς ἐπιμέλειαν. ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι’ αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. ἀλλʼ ἴδοιμέν ποτε καὶ αὐτὸν σέ, καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν, μήτε ἀρρωστίας, μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.