Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 331

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀνεπίγραφος Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα, καὶ μάτην ἡμῖν ἐνοχλοῦσιν οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρορῶσιν ἡμῶν, καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς ἐπιστέλλοντες. ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθωσαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι’ ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.