Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 334

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Καλλιγράφῳ Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς· καὶ μήτε αἰωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν, ὥσπερ τὸν παρʼ Αἰσώπῳ καρκίνον· ἀλλʼ εὐθὺ χώρει, ὥσπερ ἐπὶ στάθμης βαδίζων τεκτονικῆς, ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν, οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων. ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. τῶν γὰρ στίχων κειμένων κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφʼ ἕτερον ἀφʼ ἑτέρου, ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος. ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας, ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν, ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. γράφε τοίνυν ὀρθῶς, καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.