Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 335

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Βασίλειος Λιβανίῳ Αἰσχύνομαι καθʼ ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύσεως ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ. ἀλλʼ ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν, τὰ προσήκοντα σφίσιν αὐτοῖς αἱρουμένων, οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομέν σοι, τοσοῦτον αὐτοῖς χαριζόμενος, ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι πρὸς τὰς πηγάς. Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρʼ ἡμῖν λαβόντος ὄνομα· ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. ἧς ἀμειβόμενος αὐτόν, τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι, σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.