Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 336

    Basil of Caesarea

    In the atlas

    3 min
    1. Λιβάνιος Βασιλείῳ Διὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. ἓν τοῦτο κέρδος, ὅτι Καππαδόκης. ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης. δεύτερον τοῦτο κέρδος. ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον; ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομίζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν, καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ, καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν, καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· Τί νῦν ἡμῖν ὁ Βασίλειος δρᾷ, καὶ πρὸς τίνα βίον ὥρμηκεν; ἆρʼ ἐν δικαστηρίοις τρέπεται, τοὺς παλαιοὺς ῥήτορας ζηλῶν; ἢ ῥήτορας εὐδαιμόνων πατέρων ἀπεργάζεται παῖδας; ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύεσθαι, καὶ σκοπεῖν, ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος, ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας, σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυναμένους δεικνύναι πολίτην. Φίρμος δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις. πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων, ἡλίκων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σὲ τὸν λέγοντα εἶναι, πόσον τι χρὴ νομίζειν ἐκείνῳ; Δοκεῖς δέ μοι καὶ τούτους ἀπεσταλκέναι πρὶν ἢ τὸν Φιρμῖνον ἰδεῖν· οὐ γὰρ ἂν αὐτὸν οὐκ εἶχε τὰ γράμματα. καὶ νῦν τί ποιεῖ ἤ τί μέλλει Φιρμῖνος; ἔτʼ ἔστιν ἐν τοῖς τῶν γάμων πόθοις, ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα δὲ ἡ βουλή, καὶ πᾶσα ἀνάγκη μένειν; ἢ τίνες εἰσὶν ἐλπίδες, ὡς αὖθις ἔσται λόγων κοινωνός; ἀποκρινάσθω τι ἡμῖν, καὶ εἴη μέν τι χρηστόν· εἰ δʼ οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. εἰ δὲ Ἀθήνῃσι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρʼ ὑμῖν; ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπʼ αὐτόν; ὁρᾷς, ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδόκας παύσομαι· ἀλλʼ εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδεμίαν. τὸ δὲ συνειλεγμένον ὅσον ἐστίν, αὐτὸς εἴσῃ, καὶ ἴσως οὐ μέμψῃ. πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν, τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; εἴπερ γὰρ εὖ φρονοῦσιν οἱ βουλεύοντες, πρέποι δʼ ἂν ἀνθρώποις πεπαιδευμένοις, τιμήσουσι τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύπησαν.