Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 337

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Βασίλειος Λιβανίῳ Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης, υἱὸς ἐμὸς καὶ αὐτός· πάντας γὰρ ἡμῖν εἰσποιεῖ τὸ σχῆμα τοῦτο, ἐν ᾧ νῦν ἐσμεν. ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόντος, καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι ὅλως πλέον δυνατὸν ἔχειν τοὺς παρʼ ἡμῶν ἐρχομένους. τοῦτο δὲ λέγω, οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλεῖόν τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζομένης, ἀλλʼ ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκειμένης. Ἀρκοῦν δʼ ἂν εἴη τῷ νεανίσκῳ, πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας, ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν, ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης, ἣν ἔχεις ἐν τοῖς λόγοις. ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον· ὃν οὐδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.