Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 338

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Λιβάνιος Βασιλείῳ Οἶδα ὅτι πολλάκις τοῦτο γράψεις, τό, Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης. πολλοὺς γάρ, οἶμαι, πέμψεις, ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς ἐγκωμίοις τοῖς κατʼ ἐμοῦ χρώμενος, τούτῳ δὲ αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας. Ἀλλʼ ὅ γε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλήν, οὐ καλὸν σιωπῆσαι. παρεκάθηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι, καὶ ὁ πάντα ἄριστος Ἀλύπιος Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, Νενικήμεθα, ἔφην, μειδιῶν τε ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην; ἤροντο· καὶ πῶς οὐκ ἀλγεῖς νενικημένος; ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν ἥττημαι· Βασίλειος δὲ κεκράτηκε. φίλος δὲ ὁ ἀνήρ, καὶ διὰ τοῦτο εὐφραίνομαι. ταῦτα εἰπόντος ἐμοῦ, παρʼ αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες. ἡ ψῆφος δὲ ἠνέχθη, μηδέν με ἐψεῦσθαι. καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει, δείξων οἶμαι καὶ ἄλλοις, καὶ μόλις ἀπέδωκε. γράφε τοίνυν παραπλήσια, καὶ νίκα· τουτὶ γάρ ἐστιν ἐμὲ νικᾷν. Καλῶς δὲ κἀκεῖνο εἰκάζεις, ὡς οὐ χρήμασι μετρεῖται τὰ παρʼ ἡμῶν· ἀλλʼ ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων· ἀλλʼ οὐδὲν κωλύσει ταύτῃ γε εἶναι βελτίονας. μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται μόνον, τὸ ἐπίστασθαι πονεῖν.