Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 344

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Βασίλειος Λιβανίῳ Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία· τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές.