Letter 345
Late Antiquity Basil of Caesarea Greek- Λιβάνιος Βασιλείῳ Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ νῦν παραιτήσεως ὅτι τοῦτο ποιεῖν ἠρξάμην. ἐγὼ γὰρ ἐκεῖνος, ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης, καὶ λέγοντος εὐφραινόμενος, καὶ μόλις ἀπαλλαττόμενος, καὶ πρὸς τοὺς ἑταίρους λέγων, ὡς Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων, ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλʼ ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ δῆλον. τὸν οὖν οὕτως ἔχοντά με γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα, μὴ τολμᾷν ἐπιστέλλειν, ἐσχάτης ἀργίας, καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν. δῆλον γὰρ ὡς ἀμείψῃ μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ τε καὶ μεγάλῃ, καὶ φυλάξῃ δήπου, μή με καὶ δεύτερον ἀδικῇς. οἶμαι δὲ πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· Βασίλειος ἠδικηκέ τι κἂν σμικρόν; οὐκοῦν καὶ Αἰακός, καὶ Μίνως, καὶ ὁ τούτου δὲ ἀδελφός. Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ· τίς δὲ ἰδών τέ σε καὶ οὐ φθονῶν; ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς, κἄν σε τοῦτʼ ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾷν. οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας, ἢν δοῦναι ῥᾷστον, ἀτυχὴς ἀπῆλθεν. εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν στρατηγίῳ σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλʼ εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου. μέρους δὲ ἐπεθύμουν, ἐν ᾧ τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν ὕβρισεν Ἀγαμέμνων ἐθεράπευε δώροις. ταῦτʼ ἐμοῦ λέγοντος, ἐγέλας, ἀρνεῖσθαι μὲν οὐκ ἔχων, ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν, ὅτι σε ἔφην ἀδικεῖν, ἀδικεῖσθαι δοκῶ;