Letter 346
Late Antiquity Basil of Caesarea Greek- Λιβάνιος Βασιλείῳ Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν, αὐτὸς κρινεῖς. ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν, διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. ὃ δὲ πρὸς τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τούτου πεποίηνται πρόνοιαν, καὶ διήγαγον, ὡς εἰκὸς ἦν, τοῦ πέμψαντος μεμνημένους. δέχου δὴ τὰ σεαυτοῦ, καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν, ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν.