Letter 347
Late Antiquity Basil of Caesarea Greek- Λιβάνιος Βασιλείῳ Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον, σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ καὶ φόβον μοι παρέχεις, μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν. κἀπειδὴ στρωτήρων δέομαι. κάμακας δʼ ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστής, οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος, ἢ τῆς χρείας γινόμενος· ἔγωγε, εἰ μὴ σὺ παράσχοις, ὕπαιθρος διαχειμάσω.