Letter 348
Late Antiquity Basil of Caesarea Greek- Βασίλειος Λιβανίῳ Εἰ τὸ κερδαίνειν ταὐτὸ γριπίζειν λέγεται, καὶ ταὐτὴν ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος· ἡμεῖς οἱ οὕτω δι’ ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; τίς τοὺς μαθητευομένους μισθοφόρους κατέστησεν; ὑμεῖς οἱ προτιθέντες τοὺς λόγους ὤνια, ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾷν παρεκίνησας; Ἐγὼ δέ σοι τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμοπύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα, ἅπαντας εὐμήκεις, καὶ κατὰ τὸν σὸν Ὅμηρον, δολιχοσκίους, οὓς ὁ ἱερὸς Ἀλφαῖος ἀποκαταστήσειν κατεπηγγείλατο.