Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 349

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Λιβάνιος Βασιλείῳ Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν, καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος καὶ τῶν ἐκεῖθεν καλῶν; μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν, ἀεί μοι τὸ προσκυνῶ σε προσᾴδοντες. δεῖ δὲ ὅμως ἀνέχεσθαι, Βασιλείου κελεύοντος. ἴσθι τοίνυν, ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω, τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵνʼ ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.