Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 350

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Βασίλειος Λιβανίῳ Λέλυταί σοι τὸ δύσθυμον. τοῦτο γὰρ ἔστω τῆς ἐπιστολῆς τὸ προοίμιον. σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα, εἴτε γελῶν εἴτε σπουδάζων. τί δὲ χιόνος ἢ γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾷν ἡμῶν τοῖς σκώμμασιν; ἐγὼ δέ, ὦ Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος, τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσί, γνώσῃ ὡς κρυερά τις αὐτὴ καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα, καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίων προκύπτειν. τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξῃ, πάλιν τὸ εἶναι, ὥσπερ φυτοῖς, χαριζόμενον.