Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 351

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Βασίλειος Λιβανίῳ Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθι ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσθαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι ἢ μόνον Λιβάνιον ἀγωνιζόμενον, καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. τίς δὲ ὁ ἀγών; τίς δὲ ὁ λόγος ὁ τὴν πάνδημον συναγείρας πανήγυριν; καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστήσασθαι. ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. ὁ γὰρ Λιβάνιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτός, τίς ἂν γένωμαι νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος.