Letter 353
Late Antiquity Basil of Caesarea Greek- Βασίλειος Λιβανίῳ Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. ὦ Μοῦσαι, καὶ λόγοι, καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθεϲ οἵους κομίζονται τοὺς καρπούς, οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοιϲ ὦ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένουσϲ αὐτὸν γὰρ ἐδόκουν ὁρᾷν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.