Letter 354
Late Antiquity Basil of Caesarea Greek- Λιβάνιος Βασιλείῳ Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαντος, κατὰ πάντων ἔχω τὰ νικητήρια. καὶ τὴν ψῆφον δεξαμένῳ τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεπόνηται, βουλόμεθα τούτῳ περιτυχεῖν. ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω. ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν τέχνην.