Letter 355
Late Antiquity Basil of Caesarea Greek- Λιβάνιος Βασιλείῳ Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς, καὶ λέληθας σεαυτόν; οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν· ἀλλʼ ὥσπερεί τινα κρημνὸν διοδεύοντος, πληγεῖσα τῇ τῶν ὀνομάτων καινοτομίᾳ, ἐμοί τε τῷ πατρὶ ἔλεγε· Πάτερ, οὐκ ἐδίδαξας· Ὅμηρος, οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλʼ Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων, ὁ τὰ πάντα ἐπιστάμενος. καὶ ταῦτα μὲν ἡ γλῶττα. σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.