Letter 39
Late Antiquity Basil of Caesarea Greek- Ἰουλιανὸς Βασιλείῳ Ἡ μὲν παροιμία φησίν, Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας, Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν, ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρʼ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. Ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοί, καὶ πάντως ἱκανοὶ πρὸς πάντα. δίδωμι οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως μόνης, ἧς οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθʼ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος, ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλους ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα. Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτόν, ὥσπερ Ἀστυδάμας), ἀλλʼ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. συνδιατρίψας δὲ ἡμῖν ἐφʼ ὅσου σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφʼ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ.