Letter 40
Late Antiquity Basil of Caesarea Greek- Ἰουλιανὸς Βασιλείῳ Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομίσαμεν τοὺς οἰκοῦντας τὴν ὑφʼ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦ δῶρά μοι κόμιζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς. ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκανθαρόμορφοι , οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοί μοι ποιεῖν ἐκεῖνα ἅπερ τῇ ἐμῇ πρέπειβασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνῳ ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι Σάπωριν ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐν ταὐτῷ δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗτοι πάντες ἐν δευτέρᾳ τάξει τῆς ἐμῆς γένωνται ὑπόφοροι καὶ ὑποτελεῖς. Ἀλλʼ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας, εὐλάβειαν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος· καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. ἦ οὐκ οἶσθα αὐτὸς ὡς Κωνσταντίου τοῦ κρατίστου ἀπόγονος γέγονα; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σοῦ εἵνεκα, οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧς ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει ἀφικνουμένου μου ἐπὶ τὸν Περσικὸν πόλεμον· ἑτοίμου ὄντος μου, εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον ἀνασκευάσαι τῆςΚαίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα καταστρέψαι, καὶ κατὰ τόπον ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πείσειν πάντας εἴκειν βασιλεῖ Ῥωμαίων, καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξαριθμοζυγοκαμπανοτρυτανίσας καὶ διαμετρήσας, ἀσφαλῶς ἐξαπόστειλόν μοι δι’ οἰκείου πιστοῦ σοι ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότα κἂν ὀψέ ποτε τοῦ καιροῦ τὸ ἀπαραίτητον, γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα. ἃ δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων.