Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 45

    Basil of Caesarea

    In the atlas

    5 min
    1. Πρὸς μονάζοντα ἐκπεσόντα Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με ῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι, κακῶς μετατίθησι. διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. οἴμοι, τί γράψω, ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος; Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σε περιέῤῥει πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλῆθος καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε καὶ σκέποντα, παίζοντα κατʼ αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας, σικύας δίκην, ὑφελκύσας τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου· ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχήν, τοῖς τοῦ ὀμφαλοῦ μέλεσιν ἐπεσκίαζες, καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. καὶ τί με δεῖ καταλέγειν ἕκαστα; μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι. Καὶ τούτων τὸ τέλος τί; μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; οἴχεται. ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας· ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν τῷ διαβόλῳ προσνενέμηται. Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. διέτεμες φρόνημα μοναχῶν· τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν, τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας ἔλυσας, ὅσον ἐπὶ σοί, τὸ τοῦ Χριστοῦ καύχημα, Θαῤῥεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα, ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. ὄντως εἰς ἔργον ἤγαγες τὸ τῆς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. φεῦγε μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν· καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν· καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃτὸν τοῦ κόσμου Σωτῆρα, μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.