Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 48

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵ γε παρʼ ἡμῖν οὕτω κατέπτηξαν τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατον προκύπτειν τῶν δωματίων ἀνέχεσθαι. καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις καταχωσθέντας δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶν καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδʼ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρόν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός. πλὴν ἀλλʼ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡ δὲ Κωνσταντινούπολις ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον, ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλλεῖται, ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν, καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. οἱ δὲ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων· ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας ἐξόδου, πολλὰ μὲν εἶπον λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν, βεβαιώσαντες ἡμῖν τὸ σχίσμα. εἰ μὲν οὖν τι γενήσεται βέλτιον, καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. τὰ μὲν οὖν παρόντα τοιαῦτα. Ἡ δὲ λοιπὴ ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας, καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.