Letter 49
Late Antiquity Basil of Caesarea Greek- Ἀρκαδίῳ ἐπισκόπῳ Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, γράμμασιν ἐντυχὼν τῆς εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος, ἣν ἔχετε ἐφʼ ἡμῖν, ἄξιος εἶναι, καὶ ὑμᾶς τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. ὑπερήσθημεν δέ, ὅτι καὶ μέριμναν πρέπουσαν Χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε, καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, Εὑπρέπειαν οίκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονὴν τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα, δηλονότι, τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ ἁγίου.