Letter 53
Late Antiquity Basil of Caesarea Greek- Χωρεπισκόποις. Τὸ τοῦ πράγματος ἄτοπον περὶ οὗ γράφω, διότι μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν· τέως δὲ ἐφάνη μοι ἄπιστον. τὸ οὖν περὶ αὐτοῦ γράμμα ὁ μὲν συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον, ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφʼ ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν. Τί δέ ἐστιν ὃ λέγω; φασί τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. τοῦτο δὲ χεῖρόν ἐστιν. ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω· ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐῤῥήθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν ὠνήσηται· Τὸ ἀργύριόν σου σύν σοι εἴη εἰς ἀπώλειαν. κουφότερος γὰρ ὁ δι’ ἀπειρίαν ὠνήσασθαι θέλων ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. πρᾶσις γὰρ ἐγένετο, καὶ ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος. καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς, καὶ τῇ ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. ταῦτα οὕτω γίνεσθαι οὐ χρή. ὃ δέ ἐστι τέχνασμα, λέγω· νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν, ἀπόθεσθε· καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰ μυστήρια. σύγγνωτε δέ μοι πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα ὡς πεισθεὶς ἀπειλῶ. εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. ἡμεῖς γὰρ καὶ αἱ ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἓν δὲ προσθεὶς παύσομαι. διὰ φιλαργυρίαν γίνεται ταῦτα, ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι, καὶ ὀνομάζεται εἰδωλολατρεία. μὴ οὖν πρὸ τοῦ Χριστοῦ τιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον· μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι παραδιδόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτων δεχομένων Ἀκελδαμὰ κληθήσονται.