Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 54

    Basil of Caesarea

    In the atlas

    3 min
    1. Χωρεπισκόποις. Πάνυ με λυπεῖ, ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν πατέρων κανόνες, καὶ πᾶσα ἀκρίβεια τῶν ἐκκλησιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μὴ κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ ἡ πάλαι ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἳ τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους, καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν. Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι, καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. ἔπειτα καταῤῥᾳθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισαγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθʼ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας τοῦ θυσιαστηρίου οὐδὲ εἶς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις. Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προΐον, μάλιστα νῦν τῶν πλείστων, φόβῳ τῆς στρατολογίας, εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν πατέρων κανόνας· καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων, καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν. ἔχετε δὲ καὶ αὐτοὶ παρʼ ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρʼ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα, καὶ μηδενὶ ἐξεῖναι ἑαυτὸν ὅτε βούλεται παρεγγράφειν. οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀποῤῥιφῶσιν. ἄνωθεν δὲ γένηται αὐ̣̣̔̓ παρʼ ὑμῶν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετἕ̣̣̓ ψήφῳ παραδεχθήτωσαν. ἐπικαθαρίσατε τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελάσαντες. καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους κἁ̣̣̓ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμ̣̣̔̓ ἐπανενεγκεῖν· ἢ γινώσκετε ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.