Letter 56
Late Antiquity Basil of Caesarea Greek- Περγαμίῳ. εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν ἀσχολιῶν πλῆθος, ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀῤῥωστίαν. ὥστε εἰ καὶ μὴ μέμνημαι δεξάμενος γράμματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν, οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε. τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλʼ ὁ μὴ ἀπαιτήσας τὰς ἀποκρίσεις. νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. ὥστε ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλʼ ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. καὶ γὰρ εἰ καὶ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον ἑκατέραν τὴν τάξιν ἀποπληρώσει. ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἡ ἀρία καταναγκάζει; Σὺ δὲ παῦσαι, ὦ ἄριστε, ἐπάγων ἐν μικροῖς ῥήμασι μεγάλας αἰτίας, οὐμενοῦν ἐχούσας ὑπερβολὴν εἰς κακίαν. λήθη γὰρ φίλων, καὶ ὑπεροψία ἐκ δυναστείας ἐγγινομένη, πάντα ἔχει ὁμοῦ τὰ δεινά. εἴτε γὰρ οὐκ ἀγαπῶμεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὐδὲ τὸν χαρακτῆρα ἐπικείμενον ἡμῖν ἔχομεν· εἴτε φρονήματος κενοῦ καὶ ἀλαζονείας ὑπεπλήσθημεν τυφωθέντες, ἐμπίπτομεν εἰς ἄφυκτον κρίμα τοῦ διαβόλου. ὥστε εἰ μὲν οὕτως ἔχων διανοίας περὶ ἡμῶν, τούτοις ἐχρήσω τοῖς ῥήμασιν, εὖξαι φυγεῖν ἡμᾶς τὴν πονηρίαν, ἣν ἐξεῦρες ἡμῶν ἐν τῷ τρόπῳ· εἰ δὲ συνηθείᾳ τινὶ ἀνεξετάστῳ ἐπὶ τῶν ῥημάτων ἦλθεν ἡ γλῶττα, ἑαυτοὺς παραμυθησόμεθα καὶ τὴν σὴν χρηστότητα τὰς ἐκ τῶν πραγμάτων μαρτυρίας προσθεῖναι παρακαλοῦμεν. ἐκεῖνο γὰρ εὖ ἴσθι, ὅτι ἡ παροῦσα φροντὶς ταπεινώσεως ἡμῖν γέγονεν ἀφορμή, ὥστε σοῦ τότε ἐπιλησόμεθα, ὅταν καὶ ἑαυτοὺς ἀγνοήσωμεν. μὴ τοίνυν ποτὲ τὰς ἀσχολίας σημεῖον τρόπου καὶ κακοηθείας ποιήσῃ.